TLG 0572 001 :: GAIUS :: Fragmenta GAIUS Scr. Eccl., vel Caius Fragmenta
Citation: Page — (line) | ||
127(1t) | CAII, | |
2t | QUI CIRCITER INITIA SAECULI TERTII FLORUIT, | |
---|---|---|
3t | FRAGMENTA. | |
4t | EX DIALOGO, VEL DISPUTATIONE, | |
5t | CUM PROCLO, SIVE PROCULO, MONTANISTA. | |
6 | Καὶ ἐν τῷ Γαΐου δὲ (inquit Eusebius lib. iii. Hist. cap. 31.) οὗ μικρῷ πρόσθεν (cap. 28. ejusd. lib.) ἐμνήσθημεν διαλόγῳ, Πρόκλος πρὸς ὃν ἐποιεῖτο τὴν ζήτησιν, περὶ τῆς Φιλίππου καὶ τῶν θυγατέρων αὐτοῦ τελευτῆς συνᾴδων τοῖς ἐκτεθεῖσιν οὕτω φησίν· Μετὰ | |
10 | τοῦτον δὲ προφήτιδες τέσσαρες αἱ Φιλίππου γεγένηνται ἐν Ἱεραπόλει τῇ κατὰ τὴν Ἀσίαν· ὁ τάφος αὐτῶν ἐστὶν ἐκεῖ, καὶ ὁ τοῦ πατρὸς αὐτῶν. | |
19t | Ex eodem Opere. | |
20 | Ἐγὼ δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι. ἐὰν γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βατικανὸν, ἢ ἐπὶ τὴν ὁδὸν τὴν Ὠστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυσαμέ‐ | |
νων τὴν ἐκκλησίαν. Attulit hoc Eusebius lib. ii. Hist. cap. 25. | 127 | |
128(1t) | Ex eodem Opere. | |
2 | —Ἀλλὰ καὶ Κήρινθος [ὁ] δι’ ἀποκαλύψεων ὡς ὑπὸ ἀποστόλου μεγάλου γεγραμμένων, τερατολογίας ἡμῖν ὡς δι’ ἀγγέλων αὐτῷ δεδειγμένας ψευδόμενος ἐπεισάγει, | |
5 | λέγων, μετὰ τὴν ἀνάστασιν ἐπίγειον εἶναι τὸ βασίλειον τοῦ Χριστοῦ· καὶ πάλιν ἐπιθυμίαις καὶ ἡδοναῖς ἐν Ἱερου‐ σαλὴμ τὴν σάρκα πολιτευομένην δουλεύειν. καὶ ἐχθρὸς ὑπάρχων ταῖς γραφαῖς τοῦ Θεοῦ, ἀριθμὸν χιλιονταε‐ τίας ἐν γάμῳ ἑορτῆς θέλων πλανᾷν λέγει γίνεσθαι. | |
10 | Haec posuit Eusebius lib. iii. Hist. cap. 28. | |
19t | De eodem Opere. | |
20 | Ἦλθε δὲ εἰς ἡμᾶς (inquit Eusebius lib. vi. Hist. cap. 20.) καὶ Γαΐου λογιωτάτου ἀνδρὸς διάλογος, ἐπὶ Ῥώμης κατὰ Ζεφυρῖνον πρὸς Πρόκλον τῆς κατὰ Φρύγας αἱρέσεως ὑπερμαχοῦντα κεκινη‐ μένος· ἐν ᾧ τῶν δι’ ἐναντίας τὴν περὶ τὸ συντάττειν καινὰς γραφὰς προπέτειάν τε καὶ τόλμαν ἐπιστομίζων, τῶν τοῦ ἱεροῦ ἀποστόλου | |
25 | δεκατριῶν μόνων ἐπιστολῶν μνημονεύει, τὴν πρὸς Ἑβραίους μὴ | |
συναριθμήσας ταῖς λοιπαῖς. | 128 | |
129(1t) | QUAE SEQUUNTUR, | |
2t | EX PARVO LABYRINTHO SUMPTA SUNT, | |
3t | QUI VEL CAII, | |
4t | VEL ANONYMI SCRIPTORIS EJUSDEM AEVI EST. | |
5 | Φασὶ γὰρ (Haeretici) τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι ταῦτα, ἃ νῦν οὗτοι λέγουσι· καὶ τετηρῆσθαι τὴν ἀλήθειαν τοῦ κηρύγματος μέχρι τῶν Βίκτορος χρόνων, ὃς ἦν τρισ‐ καιδέκατος ἀπὸ Πέτρου ἐν Ῥώμῃ ἐπίσκοπος· ἀπὸ δὲ | |
10 | τοῦ διαδόχου αὐτοῦ Ζεφυρίνου, παρακεχαράχθαι τὴν ἀλήθειαν. ἦν δ’ ἂν τυχὸν πιθανὸν τὸ λεγόμενον, εἰ μὴ πρῶτον μὲν ἀντέπιπτον αὐτοῖς αἱ θεῖαι γραφαί· καὶ ἀδελφῶν δέ τινων ἐστὶ γράμματα πρεσβύτερα τῶν Βίκτορος χρόνων, ἃ ἐκεῖνοι πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ἀλη‐ | |
15 | θείας, καὶ πρὸς τὰς τότε αἱρέσεις ἔγραψαν· λέγω δὲ Ἰουστίνου καὶ Μιλτιάδου καὶ Τατιανοῦ καὶ Κλήμεντος καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἅπασι θεολογεῖται ὁ Χριστός. τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, Θεὸν καὶ ἄνθρωπον καταγγέλλοντα τὸν | |
20 | Χριστόν; Ψαλμοὶ δὲ ὅσοι καὶ ᾠδαὶ ἀδελφῶν ἀπ’ ἀρχῆς | 129 |
130 | ὑπὸ πιστῶν γραφεῖσαι, τὸν λόγον τοῦ Θεοῦ τὸν Χριστὸν ὑμνοῦσι θεολογοῦντες. πῶς οὖν ἐκ τοσούτων ἐτῶν καταγ‐ γελλομένου τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἐνδέχεται τοὺς μέχρι Βίκτορος οὕτως ὡς οὗτοι λέγουσι κεκηρυ‐ | |
5 | χέναι; πῶς δὲ οὐκ αἰδοῦνται ταῦτα Βίκτορος καταψεύ‐ δεσθαι· ἀκριβῶς εἰδότες, ὅτι Βίκτωρ τὸν σκυτέα Θεό‐ δοτον τὸν ἀρχηγὸν καὶ πατέρα ταύτης τῆς ἀρνησιθέου ἀποστασίας, ἀπεκήρυξε τῆς κοινωνίας, πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν. εἰ γὰρ Βίκτωρ κατ’ | |
10 | αὐτοὺς οὕτως ἐφρόνει ὡς ἡ τούτων διδάσκει βλασφημία, πῶς ἂν ἀπέβαλλε Θεόδοτον τὸν τῆς αἱρέσεως ταύτης εὑρετήν; Attulit haec Eusebius lib. v. Hist. cap. 28. | |
25t | Ex eodem Opere. | |
26 | Ὑπομνήσω γοῦν πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἑφ’ ἡμῶν γενόμενον· ὃ νομίζω ὅτι εἰ ἐν Σοδόμοις ἐγεγόνει, | |
τυχὸν ἂν κᾀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τὶς ὁμο‐ | 130 | |
131 | λογητὴς οὐ πάλαι, ἀλλ’ ἐπὶ τῶν ἡμετέρων γενόμενος καιρῶν. οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου (for. Ἀσκληπιάδου. vid. notam) καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου· ἦσαν καὶ οὗτοι ἄμφω Θεοδότου τοῦ | |
5 | σκυτέως μαθηταὶ, τοῦ πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφροσύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος ὡς ἔφην τοῦ τότε ἐπισκόπου. ἀνεπείσθη δὲ ὁ Νατάλιος ὑπ’ αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κληρωθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ’ αὐτῶν μηνιαῖα | |
10 | δηνάρια ἑκατὸν πεντήκοντα. γενόμενος οὖν σὺν αὐτοῖς, δι’ ὁραμάτων πολλάκις ἐνουθετεῖτο ὑπὸ τοῦ Κυρίου. ὁ γὰρ εὔσπλαγχνος Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χρισ‐ τὸς, οὐκ ἐβούλετο ἔξω ἐκκλησίας γενόμενον, ἀπολέσθαι μάρτυρα τῶν ἰδίων παθῶν. ἐπεὶ δὲ ῥαθυμότερον τοῖς | |
15 | ὁράμασι προσεῖχε, δελεαζόμενος τῇ τε παρ’ αὐτοῖς πρωτοκαθεδρίᾳ, καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχρο‐ κερδείᾳ, τελευταῖον ὑπὸ ἁγίων ἀγγέλων ἐμαστιγώθη, δι’ ὅλης τῆς νυκτὸς οὐ σμικρῶς αἰκισθείς· ὥστε ἕωθεν | |
ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον, καὶ σποδὸν κατα‐ | 131 | |
132 | πασάμενον, μετὰ πολλῆς σπουδῆς καὶ δακρύων προσ‐ πεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιόμενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν τῷ κλήρῳ, ἀλλὰ καὶ τῶν λαϊκῶν· συγχέαι τε τοῖς δάκρυσι τὴν εὔσπλαγχνον ἐκκλησίαν | |
5 | τοῦ ἐλεήμονος Χριστοῦ· πολλῇ τε τῇ δεήσει χρησά‐ μενον, δείξαντά τε τοὺς μώλωπας ὧν εἰλήφει πληγῶν, μόλις κοινωνηθῆναι. Attulit haec Eusebius ibid. | |
14t | Ex eodem Opere. | |
15 | Γραφὰς μὲν θείας ἀφόβως ῥεραδιουργήκασι· πίστεως δὲ ἀρχαίας κανόνα ἠθετήκασι· Χριστὸν δὲ ἠγνοήκασιν· οὐ τί αἱ θεῖαι λέγουσι γραφαὶ ζητοῦντες, ἀλλ’ ὁποῖον σχῆμα συλλογισμοῦ εἰς τὴν τῆς ἀθεότητος εὑρεθῇ σύ‐ στασιν, φιλοπόνως ἀσκοῦντες· κᾂν αὐτοῖς προτείνῃ τὶς | |
20 | ῥητὸν γραφῆς θεϊκῆς, ἐξετάζουσι πότερον συνημμένον ἢ διεζευγμένον δύναται ποιῆσαι σχῆμα συλλογισμοῦ. καταλιπόντες δὲ τὰς ἁγίας τοῦ Θεοῦ γραφὰς, γεωμετρίαν | |
ἐπιτηδεύουσιν· ὡς ἂν ἐκ τῆς γῆς ὄντες καὶ ἐκ τῆς γῆς | 132 | |
133 | λαλοῦντες, καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. Εὐ‐ κλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεωμετρεῖται· Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμάζονται· Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυνεῖται. οἱ δὲ ταῖς τῶν | |
5 | ἀπίστων τέχναις εἰς τὴν τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι, καὶ τῇ τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων γραφῶν πίστιν καπηλεύοντες· ὅτι μηδὲ ἐγγὺς πίστεως ὑπάρχουσι, τί δεῖ καὶ λέγειν; διατοῦτο ταῖς θείαις γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες | |
10 | αὐτὰς διωρθωκέναι. καὶ ὅτι τοῦτο μὴ καταψευδόμενος αὐτῶν λέγω, ὁ βουλόμενος δύναται μαθεῖν. εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν εὕροι διαφω‐ νοῦντα. ἀσύμφωνα γοῦν ἔσται τὰ Ἀσκληπιάδου τοῖς | |
15 | Θεοδότου. πολλῶν δέ ἐστιν εὐπορῆσαι, διὰ τὸ φιλο‐ τίμως ἐγγεγράφθαι τοὺς μαθητὰς αὐτῶν τὰ ὑφ’ ἑκάστου αὐτῶν ὡς αὐτοὶ καλοῦσι κατωρθωμένα, τουτέστιν ἠφα‐ | |
νισμένα. πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει· | 133 | |
134 | τὰ γὰρ Ἀπολλωνίδου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστὶ σύμφωνα. ἔνεστι γὰρ συγκρῖναι τὰ πρότερον ὑπ’ αὐτῶν κατα‐ σκευασθέντα, τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν καταπολὺ ἀπᾴδοντα. ὅσης δὲ τόλμης ἐστὶ τοῦτο | |
5 | τὸ ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. ἢ γὰρ οὐ πιστεύουσιν ἁγίῳ πνεύματι λελέχθαι τὰς θείας γραφὰς, καὶ εἰσὶν ἄπιστοι· ἢ ἑαυτοὺς ἡγοῦνται σοφωτέρους τοῦ ἁγίου πνεύματος ὑπάρχειν· καὶ τί ἕτερον ἢ δαιμονῶσιν; οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλ‐ | |
10 | μημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ ᾖ γεγραμμένα· καὶ παρ’ ὧν κατηχήθησαν μὴ τοιαύτας παρέλαβον τὰς γρα‐ φάς· καὶ δεῖξαι ἀντίγραφα, ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν. ἔνιοι δὲ αὐτῶν οὐδὲ παραχαράσσειν ἠξίωσαν αὐτὰς, ἀλλ’ ἁπλῶς ἀρνησάμενοι τόν τε νόμον καὶ τοὺς | |
15 | προφήτας· ἀνόμου καὶ ἀθέου διδασκαλίας προφάσει χάριτος· εἰς ἔσχατον ἀπωλείας ὄλεθρον κατωλίσθησαν. | |
Attulit Eusebius ibid. | 134 |